ΚΘ´ τοῦ αὐτοῦ μηνός, ἡ ἐκ
τῆς Ῥώμης εἰς Ἀντιόχειαν Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἰγνατίου τοῦ Θεοφόρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἑπτὰ
Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου,
Ἀβίβου, Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Σιλουανοῦ Ἐπισκόπου Ἐμέσης, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Σαρβήλου, καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Ἀφραάτου τοῦ Πέρσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ
θεοφόρου πατρὸς ἡμῶν Ἀκεψιμᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ
θεοφόρου πατρὸς ἡμῶν Γκιλδασίου τοῦ Ῥούις, ἐν Βρεττάνῃ τῆς Γαλλίας
ἀσκήσαντος καὶ ἐν Κυρίῳ κοιμηθέντος ἐν ἔτει φο´ (570).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ
θεοφόρου πατρὸς ἡμῶν Λαυρεντίου τοῦ ἐκ τῆς Λαύρας τοῦ Κιέβου καὶ Ἐπισκόπου
γενομένου Τουρόφ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν ἁγίοις
πατέρων ἡμῶν Γερασίμου, Πιτιρὶμ καὶ Ἰωνᾶ, Ἐπισκόπων Πὲρμ τῆς Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις
πατρὸς ἡμῶν Ἰγνατίου, Ἐπισκόπου Σμολένσκ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ
θεοφόρου πατρὸς ἡμῶν Ἰγνατίου τοῦ Σιναΐτου, τοῦ πνευματικοῦ, τοῦ
ἐκ Ῥεθύμνης καταγομένου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος ἔνδοξος Νεομάρτυς
Δημήτριος ὁ Χιοπολίτης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει
͵αωβ´ (1802), ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου
Νέου Ἱερομάρτυρος Ἰωάννου Πετταί, τοῦ ἐν Βάλγκᾳ τῆς Ἐσθονίας ὑπὸ
τῶν Μπολσεβίκων ἀποκτανθέντος, ἐν ἔτει ͵αϠιθ´
(1919).
*
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ
μετὰ τὴν ΚΕ´ (25ην) Ἰανουαρίου, τιμῶμεν τὴν Σύναξιν πάντων τῶν Νεομαρτύρων
τοῦ Κ´ (20οῦ) αἰῶνος τῆς ἁγιωτάτης Ἐκκλησίας τῆς Ῥωσίας, ἰδίᾳ δὲ
τὴν μνήμην τῶν ἁγίων ἱερομαρτύρων Βλαδιμήρου Κιέβου καὶ Βενιαμὶν
Πετρουπόλεως, τοῦ τσάρου Νικολάου Β´ μετὰ τῆς βασιλικῆς οἰκογενείας
αὐτοῦ, ὡς καὶ τῆς Ὁσιομάρτυρος Ἐλισάβετ τῆς μεγάλης δουκίσσης.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου