Τῇ Λ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου
τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἱππολύτου Πάπα Ῥώμης, καὶ τῶν σὺν αὐτῷ, Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς,
καὶ τῶν λοιπῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ Ἁγίου
Μάρτυρος Θεοφίλου τοῦ Νέου.
Ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος ὁ Μυτιληναῖος
καὶ ἐν Μυτιλήνῃ μαρτυρήσας ἐν ἔτει ͵αψπδ´(1784), ἀγχόνῃ
τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας
Μητρὸς ἡμῶν Πελαγίας, διὰ Χριστὸν σαλῆς, ἀσκησάσης ἐν τῇ ἱερᾷ μονῇ
Ντιβέγεβο ἐν Ῥωσσίᾳ καὶ κοιμηθείσης ἐν Κυρίῳ ἐν ἔτει ͵αωπδ´ (1884).
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν εὐγνώμονα
καὶ χαρμόσυνον ἐπιτελοῦμεν τῆς ἐν ἔτει ͵αωκγ´ (1823) εὑρέσεως ἐν τῇ νήσῳ τῆς Τήνου τῆς περιπύστου
και θαυματουργοῦ ἱερᾶς εἰκόνος τῆς Θεομήτορος, τῆς ἐπονομαζομένης
Εὐαγγελιστρίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου