ΚΖ´ τοῦ αὐτοῦ μηνός, ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις
Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις,
ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος, εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ
τελειοῦται.
Ὁ Ἅγιος
Νεομάρτυς Δημήτριος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει
͵αψπδ´ (1784), ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δημητριανοῦ,
ἐπισκόπου Ταμασσοῦ τῆς ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἠλιοὺ Β´, πατριάρχου
Ἱεροσολύμων.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἀσιὸτ τοῦ κουροπαλάτου καὶ εἶτα βασιλέως
τῆς Γεωργίας κατὰ τὸν θ´ αἰῶνα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Μακαρίου Τίτου, τοῦ ἀπὸ στρατιωτῶν,
μοναχοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Λεόντιος Ἰβανόφσκ,
ὁ νέος ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει ͵αϠοβ´ (1972).

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου