Τῇ ΙΑ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Πιονίου, Πρεσβυτέρου τῆς ἐν Σμύρνῃ Ἁγίας Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Γεωργίου, Θεοφόρου καὶ Θαυματουργοῦ, τοῦ ἐν τῷ Διϊππείῳ λεγομένῳ,
τοῦ Νεοφανοῦς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Λαοδικείᾳ μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς Κωνσταντινούπολιν
ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς
ἡμῶν Θεοδώρας τῆς Βασιλίσσης ἐν Ἄρτῃ, συζύγου γενομένης Μιχαὴλ
δεσπότου τῆς Ἠπείρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου
Πατρὸς ἡμῶν Γεωργίου τοῦ Σιναΐτου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ θαυματουργοῦ, Ἀρχιεπισκόπου
Νόβγκοροντ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀλεξίου, στάρετς τῆς Σκήτεως
Γκολοσέγιεβο τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Εὐλογίου, Ἐπισκόπου Κορδούης
τῆς Ἱσπανίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου