Τῇ Θ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τῶν Ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ
τῇ πόλει μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Οὐρπασιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Καισαρίου,
ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες,
Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις
Πατρὸς ἡμῶν Πασιανοῦ, Ἐπισκόπου Βαρκελώνης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου
Ὁσιομάρτυρος Ἀμπντὰλ Μασίχ, ἤτοι Χριστοδούλου, ἡγουμένου τοῦ Ὄρους
Σινᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ
θεοφόρου Πατρὸς ἡμῶν Μωϋσέως, ἡγουμένου τῆς Μονῆς Θεομήτορος ἐν
Ἀλ‐Ῥὰς τῆς Συρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων
τοῦ Χριστοῦ Νεομαρτύρων Χρίστου καὶ Πανάγου τῶν ἐν Γαστούνῃ τῆς Πελοποννήσου
ἀθλησάντων ἐν ἔτει ͵αψιϚ´ (1716).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου