Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγριανῆς,
τοῦ ἐν τῷ μεγάλῳ ἀγρῷ κειμένου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Γρηγορίου Πάπα Ῥώμης τοῦ Διαλόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Φινεὲς ἐν
εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ Θεοφόρος
Πατὴρ ἡμῶν Συμεών, ὁ Νέος Θεολόγος, ἐν εἰρήνῃ τελειοῦται, οὗ ἡ
μνήμη διὰ τὸ τῆς νηστείας αἰδέσιμον μετετέθη κατὰ τὴν δωδεκάτην Ὀκτωβρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν
τοῦ εὐλαβοῦς, πνευματικοῦ πατρὸς τοῦ ὁσίου Συμεὼν τοῦ Νέου Θεολόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις
Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Λεόν, ἐν Βρεττάνῃ τῆς Γαλλίας, κοιμηθέντος
ἐν ἔτει φοβ´ (572).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Νικοδήμου τοῦ Μαμμολᾶ, τοῦ ἐν Καλαβρίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβεστάτου
βασιλέως τῆς Γεωργίας Δημητρίου τοῦ ἀνδρείου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου