Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου,
τοῦ ἐν τῇ Σκήτει τῆς Βερροίας ἀσκήσαντος.
Ὅσιος
Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Μνήμη
τοῦ Θεοδοσίου τοῦ Μεγάλου εὐσεβοῦς βασιλέως . (†395)
Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων, ἀθλήσαντος ἐν ἔτει
͵αωλη´ (1838).
Ὁσίων Πατέρων ἡμῶν Φιλοθέου ἐκ Σκλαταίνης Τρικάλων καὶ Ἀντωνίου
τοῦ Καντακουζηνοῦ, κτιτόρων καὶ ἀνακαινιστῶν τῆς ἐν Μετεώροις ἱερᾶς
μονῆς τοῦ ἁγίου Στεφάνου, ἔτι δὲ καὶ Ἱερεμίου τοῦ πρώτου οἰκιστοῦ καὶ
ἱδρυτοῦ αὐτῆς ἐν ἔτει ͵αρϞβ´ (1192).
Ὁσίου Πατρὸς ἡμῶν Βλασίου, τοῦ Ἀμασέως, τοῦ ἰσαγγέλως μὲν τὸ πρῶτον
ἐν Κύπρῳ ἀσκήσαντος, εἶτα δὲ εἰς Κρήτην ἐλθόντος καὶ τὴν σεβασμίαν
εἰκόνα τῆς Θεομήτορος τῆς Ὁδηγητρίας ἐν Μονῇ Γωνιᾶς εὑρεῖν ἀξιωθέντος,
ἐν Κισσάμῳ, καὶ τὴν ἐκεῖσε θεοφιλῆ μάνδραν περίκλυστον δομήσαντος,
ἐν ἔτει ͵αχιη´ (1618).
Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Καλογερᾶ τοῦ διακόνου, τοῦ Πατμίου,
κτίτορος τῆς Πατμιάδος Σχολῆς καὶ σοφωτάτου διδασκάλου τοῦ Γένους,
ἐν ἔτει δὲ ͵αψλζ´ (1737) κοιμηθέντος.
Σύναξιν
ἐπιτελοῦμεν τῶν ἐν Ῥωσίᾳ Ὁσίων Πατέρων· Ἀντωνίου τοῦ Ῥωμαίου ἐν Νόβγκοροντ
(†1147), Ἀντωνίου, κτίτορος τῆς μονῆς Ντὶμσκ
ἐν Τικβὶν Νόβγκοροντ (†1224), Ἀντωνίου, κτίτορος
τῆς μονῆς Ἁγίου Νικολάου πλησίον τοῦ Κράσνουϊ-Κόλμ (†1481), Ἀντωνίου, κτίτορος τῆς μονῆς τῆς Ὑπεραγίας
Θεοτόκου, παρὰ τὴν Μαύρην Λίμνην Νόβγκοροντ (Τσερνοζιέρσκ) (ΙϚ´ αἰ.)
καὶ Ἀντωνίου τοῦ Βολόγκντα ἡγουμένου τῆς μονῆς τοῦ Βολοκολάμσκ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου