2)Ὁσίου Πατρὸς
ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης ὠνομάσθη.
3)Ἁγίου Μάρτυρος
Πανσοφίου τοῦ ἐν Ἀλεξανδρείᾳ.
4)Ἅγιοι ἓξ Πατέρες,
οἱ ἐν τῇ πανερήμῳ, ἐν εἰρήνῃ τελειοῦνται.
5)Ἁγίων πριγκιπισσῶν
Σαλώμης καὶ Περοζάβρας τῆς Γεωργίας, μαθητριῶν τῆς Ἁγίας Νίνας.
6)Ὁσίου καὶ
θεοφόρου πατρὸς ἡμῶν Μαύρου, μαθητοῦ τοῦ Ὁσίου Βενεδίκτου.
7)Ἁγίου πατρὸς
ἡμῶν Γερασίμου Β´ τοῦ Παλλαδᾶ, πατριάρχου Ἀλεξανδρείας.
8)Ὁσίου καὶ
θεοφόρου πατρὸς Γαβριήλ, Κτίτορος τῆς Μονῆς Λεσνόβου ἐν Βουλγαρίᾳ.
9)Ὁσίου καὶ
θεοφόρου πατρὸς ἡμῶν Προχόρου, Κτίτορος τῆς ἐν Σερβίᾳ Ἱερᾶς Μονῆς
Ψίνιε.
10)Ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου, Ἐπισκόπου Τομπὸλσκ τῆς Σιβηρίας.
11)Μνήμην
ποιούμεθα τῆς ἐν Ἀλεξανδρείᾳ ἐν ἔτει ͵αϠϞη´
(1998), εἰσηγήσει τοῦ μακαριστοῦ Πάπα καὶ Πατριάρχου Ἀλεξανδρείας
καὶ πάσης Ἀφρικῆς Πέτρου τοῦ Ζ´, καὶ Συνοδικῇ διαγνώμῃ, γενομένης
ἀποκαταστάσεως τῆς κανονικῆς τάξεως, τῆς διασαλευθείσης ἐκ τῆς ἐκδιώξεως
ἀδίκως, τοῦ ἁγιωτάτου Μητροπολίτου Πενταπόλεως Νεκταρίου ἐκ
τοῦ κλίματος τοῦ Ἀλεξανδρινοῦ θρόνου κατὰ Ἰούλιον ἔτους ͵αωϞ´ (1890), καὶ ἐκζητήσεως συγχωρήσεως παρὰ τοῦ Ἁγίου
διὰ τὴν γενομένην εἰς αὐτὸν ἀδικίαν ὑπὸ τῶν προαπελθόντων πατέρων
καὶ ἀδελφῶν τοῦ πατριαρχείου Ἀλεξανδρείας, τῶν ὑπεναντίων τῷ Ἁγίῳ
Νεκταρίῳ. Καὶ ἀνάμνησις μετακομιδῆς τμήματος τῶν χαριτοβρύτων
αὐτοῦ λειψάνων εἰς Ἀλεξάνδρειαν καὶ Κάϊρον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου