Τῇ ΚΕ´ τοῦ αὐτοῦ μηνός,
ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας. Καὶ ἅμα τῷ λόγῳ τοῦ Ἀρχαγγέλου καὶ αὐτῆς, συνέλαβεν ὑπερφυῶς
ἐν τῇ ἀχράντῳ γαστρὶ τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι ἔνδοξοι Μάρτυρες
Πελαγία καὶ Θεοδοσία ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Δημίου τινός,
ὅστις πιστεύσας εἰς τὸν Χριστόν, καὶ βληθεὶς ἐν ζοφώδει φυλακῇ, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου
Πατρὸς ἡμῶν Σεννουφίου τοῦ σημειοφόρου, τοῦ ἐν τῇ ἐν Θεσσαλονίκῃ ἱερᾷ
μονῇ Λατόμου τελειωθέντος.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων Πατέρων
ἡμῶν Ταμοὺν τοῦ ἐγκλείστου, Ἡσαΐου, Ἐφραίμ, Ἱερεμίου, Γεωργίου,
Ἰωάννου, Χαρίτωνος, Ἀττικοῦ καὶ Γρηγορίου, πνευματικῶν μαθητῶν
τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Χριστοφόρου Πατριάρχου Ἀντιοχείας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου
Πατρὸς ἡμῶν Παρθενίου τοῦ ἐν Κιέβῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις
Πατρὸς ἡμῶν Τύχωνος, Πατριάρχου Μόσχας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου